Ancient Greek
417.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 417.3
Unproofread scanNot analysed yet
Καὶ ὅτι ἐνοῦται μὲν τῇ σαρκὶ πᾶσα καὶ τελείως ἡ θεότης, οὐσιωδῶς· μόνος δὲ ὁ Υἱός, ὑποστατικῶς· εἴπερ καὶ ὁλικῶς μὲν ἡμῖν ἡ θεότης ἐν τῷ Πατρὶ, ὁλικῶς δὲ τῷ Υἱῷ, ὁλικῶς δὲ καὶ τῷ ἁγίῳ Πνεύματι· καὶ οὕτως ὅλη μὲν ἡ τῆς θεότητος φύσις ὅλη τῇ ἀνθρωπίνῃ κραθεῖσα φύσει, τὸν Θεάνθρωπον ἀπετέλεσεν. Οὐ μὴν ὡσπερ ὅλη τῇ φύσει τὴν φύσιν ὅλην, οὕτω καὶ τὰς ὑποστάσεις ὅλας ὅλαις ταῖς ἀνθρωπίνοις ἐνωθῆναι λέγειν ἐκδιασώσομεθα· ἄπαγος οὐδὲ διανοηθσοῦμεθα. Ἄλλ' ὅλην μὲν ὅλη τῇ ἀνθρωπότητι τὴν θεότητα, ὡς πρὸς τὰς φύσεις, μόνον δὲ τὸν Υἱὸν μόνῃ τῇ τοῦ Υἱοῦ χειρᾶσθαι σαρκί, ὡς πρὸς τὰς ὑποστάσεις ὁμολογήσωμεν.