Ancient Greek
424.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 424.1
Unproofread scanNot analysed yet
ΑΔ´. Ἄλλ´ οὐτω μὲν φύσις ὅλη καὶ κτίσις ὅλη καὶ προσφωνεῖ τὴν προσφωνηθεῖσαν ἄνωθεν· καὶ συνεισφέρει τῇ φερούσῃ τὸν πάντα φέροντα. Τί δ´ ἡμεῖς; ἀσυντελεῖς ὁφθῶμεν μόνοι καὶ ἀκονιῶντοι καὶ ἀχάριστοι; ἢ τί καὶ προσφθεγξόμεθα καὶ συνεισφοίσομεν, καὶ χαρισθῶμεν μᾶλλον ἢ χαρισθῶμεθα; Καὶ προσφθεγξόμεθα δηλαδὴ καὶ συνεισφοίσομεν· τί δὲ πλὴν, ἢ τὸν λόγον, ὃν καὶ ἤδη συνεισηνέγκαμεν, μᾶλλον δὲ, ὃν καὶ ἤδη τοῦ τῆς Μητρὸς Λόγου προσηνέγκαμεν; ἐπεὶ καὶ οὗτος ἡμῖν ἐκ ταύτης μετὰ γε τῶν ἄλλων, ὧν τε νῦν ἔχομεν ἀγαθῶν, καὶ ὧν ἐξομεν· ὁλίγα δὲ τελευτῶντες καὶ προσφθεγξόμεθα καὶ ψυχὴν ἅμα καὶ φωνὴν καὶ στόμα καὶ λόγον ἐκ τῆς μνήμης ἀγιαζόμενοι.