Ancient Greek
424.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 424.2
Unproofread scanNot analysed yet
ΔΕ´. Χαῖρε, Κόρη, τὸ μέγα θαῦμα, τοῦ Λόγου Μη- B τερ, πρότερον μὲν τοῦ καθ´ ἡμᾶς, ὑστερον δὲ καὶ τοῦ ὑπὲρ ἡμᾶς. Οὐδὲν γὰρ τὸ φανὲν, ὅ τι σοῦ τῷ Λόγῳ καὶ πρὸ τοῦ Λόγου σοφώτερον, ἔνδεν οὐδ´ οἰκειότερον· καὶ οὕτω προῆλθες Ἑᾶς τὴν φάρμακον, τῆς ἀφελεστάτης ἡ σοφωτάτη. Καὶ τοῦτο μαρτυρεῖ μὲν καὶ ὁ κρίνας καὶ ἐνοικῆσας σοὶ Λόγος· μαρτυρεῖ δὲ καὶ ὁ σὲ πρὸ τοῦ τόκου τρόπος, οὐτε συναρπαγὶς ἀρχαγγελικῆς καὶ ταῦτα τοῖς ῥήμασιν, οὔτε φυσηθεὶς ἀβρότητος οὕτω καὶ μετὰ ταῦτα τοῖς πράγμασιν· ἀλλ´ ἐπίσης φαίνει καὶ πρὸ τῆς συλλήψεως, ἀσφαλὴς καὶ μετὰ τὴν σύλληψιν. Τί δὲ καὶ ἡ τῆς ἡδονῆς γνώσις, ἣν ἡ παρθένος οὐκ ἔσχηκας, ἢ τάχα οὐχ ἡ πείρα μόνην, ἀλλ´ οὐδ´ ἡ ἔφεσις; οὕτω σου τῶν λογισμῶν τὸ κριτήριον ἐβρώτω ἐν ἀπαλῷ καὶ καλῷ καὶ νεαρῷ καὶ ταῦτα τῷ σώματι.