Ancient Greek
424.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 424.3
Unproofread scanNot analysed yet
ΔΖ´. Χαῖρε, τῶν ἀκεράτων καὶ ἀμίχτων ἡ κράσις; ἅμα καὶ μέζις, καὶ ἀμφοτέρων ἀμφοτέρα, ἀμόρφου τύπος, ἀχρόνου μέτρον, ἀπείρου κόλπος, ἀσέκτου θρόνος. Ἄνωτερε θρόνων, σοφώτερε Χερουβίμ, φιλογώτερε Σεραφίμ· ἐκείνων ὧν μὲν ὁμοῖς ὁ φέρων τὰ πάντα φέρεται, οἷς δὲ τὴν γνῶσιν ὀλίγην χαρίζεται, οἷς δὲ τὴν φλόγα συγχεκαλυμμένην καὶ οὐδὲν ὅλην παρέχεται· σοὶ δὲ καὶ σπλάγχνοις, καὶ γόνασι, καὶ τὴν ἀκτίνα, πρώτην καὶ ὅλην, καὶ τὸν Λόγον ὅλον, καὶ τῇ καρδίᾳ κυοῦσα καὶ τοῖς χείλεσι τίκτουσα διδωσι κατασπαζέσθαι. Χαῖρε, φρικτωτέρα Ἐξουσιῶν, δυνατωτέρα Δυνάμεων, κυριωτέρα Κυριοτήτων, Ἀρχῶν ἀρχικωτέρα, Ἄρχαγγέλων εὐδρομωτέρα, τῶν Ἄγγέλων ὅλων ὁμοῦ πολυπαρασκευέστα, πάσας ἐνεργείας ὁμοῦ καὶ ἀρετὰς ὅλας, ὅλων ὁμοῦ τῶν ἀνω τάξεων μόνη καὶ μεθ´ ὑπερβολῆς ἔχουσα καὶ τὸ μειζόν. Χαῖρε, Δέσποινα παντὸς τάγματος καὶ ὀνόματος, οὐ μόνον ὀνομαζομένου μόνην, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα· πειθόμαι γάρ, καὶ τινὰς ἄλλας, ἀφράστους τῶς καὶ ἀγνώστους ἡμῖν, ἐκεῖσε τυγχάνειν δυναμεις, καὶ πειθόμαι τῷ ἀπορρήτως τε ἀπαγγέλει, καὶ ἀπορρητοτέρων ἀκούσαντι.