Ancient Greek
48.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 48.1
Unproofread scanNot analysed yet
A ἁδξαν τοῦ Σωτῆρος τὴν θεῖχην τοῖς προφητικοῖς ὀφθαλμοῖς ἐθεάσατο. Τῆς παρθενικῆς γεννήσεως τοῦ Κυρίου τὸν τύπον ἐπιδεῖξαι, ἐν τῷ Ἐμμανουὴλ τεχθῆναι αὐτὸν κατὰ προφητείαν υἱὸν ἔφωται. Τὴν ἀγνώσιαν τοῦ λαοῦ, τὴν περὶ τὸν Σωτῆρα, καὶ τὴν διὰ τοῦτο ἐπιβουλήν αὐτῷ, καὶ τὴν τῶν ἐθνῶν ἄνεσιςαγωγὴν, διὰ πλειόνων ἐξέφαινε. Ὡς καὶ ἐκ τῆς ῥίζης Ἰεσσαὶ Κύριος ἀναφανήσεται, αὐτὸς ὤν ὁ δικαῖος κριτὴς, καὶ ἐξημερῶν τὰ θηρία πρὸς ἀνθρώπους, εἰς τὸ καὶ ἡμέρως συνείναι τοῖς αὐτῶν κτήνεσιν. Προεῖπεν ὡς τὰ εἴδωλα πάντα σὺν αὐτοῖς ναοῖς καθαρθήσονται. Φανερῶς ἐξεῖπεν, ὡς καὶ τῶν εἰς δυσσεβείαν ἀναπομεινάντων πόλεις ἀνατραπήσονται, καὶ μετὰ ῥητοὺς χρόνους ἀνακτισθήσονται. Τῆς Χριστοῦ θεότητος πρὸς ἐπίγνωσιν πολλάχῶς προεῖπεν. Ἐκατὸν ὀγδοήκοντα καὶ πέντε χιλιάδων ἀναιρεσιν Βαβυλωνίου στρατοῦ τῇ Ἱερουσαλὴμ ἐπικειμένου, ἐπὶ τοῦ βασιλέως Ἐζεκίου, προεῖπεν ἐσεσθαι. Κατ’ ἐκεῖνην ἡν προεφητεύσεν ἡμέραν, ὁ τοσοῦτος θελητῶν πληγῇ νεκρὸς ἔκειτο στρατός, ὑπὸ μίαν καιροῦ ῥοπὴν ἐν νυκτί. Ἄλλὰ καὶ Σενναχρεῖμου τοῦ βασιλέως τοῦτο τοῦ τοσοῦτου στρατοῦ προεῖπε τὴν ἀπὸ τοῦ ἐπικειθῆναι τῇ Ἱερουσαλὴμ μόνου φυγὴν, καὶ τὴν παραυτίκα ἐν τῇ οἰκίᾳ αὐτοῦ γενήσομένην αὐτῆν (91) ἀναίρεσιν, καὶ οὕτω τὴν ταχίστην ἐγένετο.