Ancient Greek
48.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 48.2
Unproofread scanNot analysed yet
B Ὑπαγορευθέντι Ἐζεκία νοσοῦντι, καὶ ἀκούσαντι ἐντεῖλεσθαι περὶ τῆς βασιλείας ὡς τεθνάμενον, χλαύσαντι τῷ βασιλεῖ ἐπὶ τῇ τοῦ ζῆν ἀπογνώσει, προεῖπεν ὡς οὐ τεθνάσοιτο, ἀλλ’ ὅτι καὶ πεντεκαίδεκα ἐνιαυτοὺς εἰς τὸ βιῶσαι. Ἐπὶ προσείληφει. Τὸν ἥλιον προεῖπεν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὴν ἀνατρέχειν, σημείον τῆς ὑγείας διδοὺς τῷ Ἐζεκία βασιλεῖ. Καὶ τοῦτο μὲν ἐγένετο, ἀπὸ τῆς ἐνδεκάτης ὥρας ἐπὶ πρώτην ἐπαναδραμηκὸς (92) τοῦ ἡλίου. Ὡς ὁ Ἰσραὴλ, αἰχμάλωτος εἰς τὴν Βαβυλωνίαν διὰ τὰς δυσσεβείας ἀπαχθήσοιτο, πρῶτος προεῖπεν, ὅπερ ἐγενόνη, τῆς προφητείας μετὰ ἔτη ὀκτὼ πληρωθείσης. Ὡς καὶ Ἰούδας εἰς τὴν Βαβυλωνίαν αἰχμάλωτος διὰ τὰς αὐτὰς τῷ Ἰσραὴλ δυσσεβείας ἀπαχθήσοιτο προεῖπεν. Ἄλλὰ καὶ Ἐζεκία τῷ βασιλεῖ, τοῖς ἀπὸ τοῦ Βαβυλωνίου ἐπὶ σκέψιν αὐτοῦ ἀποσταλεῖσιν ἐπιδείξαντι τὸν ἑαυτοῦ πλοῦτον, καὶ τὰ κειμέλια, προεῖπεν ὡς εἰς τὴν Βαβυλωνίαν ταῦτα ἀπαχθήσοιτο σκύλα γενησόμενα, καὶ οἱ αὐτοῦ ἔγγονοι παρὰληπτοι τοῖς Βαβυλωνίοις ἔσονται.