Ancient Greek
50.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 50.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΟΘ'. —Τίνα προεφήτευσεν Ζαχαρίας. Ὑπόμνησιν ποιεῖται τῶν προγονικῶν δυσσεβειῶν τοῦ λαοῦ, δι' ἃς ἀπήθησαν εἰς αἰχμαλωσίαν. Δι' ὄψεως τῆς τῶν ἵππων εἴδους, καὶ ἐπιβίτου ἵππου, τὴν γεγεννημένην δι' ἀγγέλων, ὄψιν τὴν τοῦ λαοῦ, μετὰ τὴν ἐπάνοδον κηδεμονίαν, καὶ τῶν τεσσάρων βασιλειῶν τῶν ἐκπολεμησάντων (94) τὸν λαὸν τὴν καθαίρεσιν ὁρᾷ, ἐν τέσσασι κέρασι, διὰ τεσσάρων τεχνῶν γενησομένην. Ὁρᾷ καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐντελῆ θείαν οἰκοδομίαν, καὶ τὴν ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ ἐπάνοδον γενησομένην, καὶ τὴν ἐναντάστασιν τοῦ διαβόλου, τὴν κατὰ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἀρχιερέως, ὃς καὶ ἦν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ τοῦ οὐρανίου ἀρχιερέως τύπος. Ὁρᾷ καὶ τὴν ἐξ ἐπιτιμήσεως Θεοῦ πτῶσιν γεγεννημένην τοῦ διαβόλου. Τὴν τοῖς ἐπιorkoῦσι πανώλεθρον θανάσιον διαφθοράν, καὶ τὴν τῶν δυσσεβούντων εἰς βυθὸν ἄδου κατάπτωσιν. Τὴν περικόσμιον ἀγγελικὴν ἐπιστάσιν τεθᾶται ἐν τύπῳ τεσσάρων ἀρμάτων, ποικίλοις ἵπποις ὑπεζευγμένων ἐπιδειχθεῖσαν. Εἶδε καὶ τὸν ἐν τύπῳ τοῦ Σωτῆρος ἀρχιερέα, τὸν ἐν τῇ ἐπανόδῳ τοῦ λαοῦ ἀρχιερατεύσαντα, Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ, ἐξ ἀδοξίας εἰς δόξαν προεληλυθότα.