Ancient Greek
50.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 50.5
Unproofread scanNot analysed yet
Προεφήτευσε καὶ περὶ τῶν ἐθνῶν ἐν πίστει προσληψέων· [προσ-], καὶ τῆς τοῦ Ἰσραὴλ μετὰ ταῦτα γενησομένης· καὶ ὡς ὁ Ἀντίχριστος ἐπιθήσεται τῇ τοιαύτῃ προσλήψει, εἰς δύο ῥάβδους περιχορθησομένας τὰς δύο κλήσεις ἐπιτυπῶν. Προεῖπε καὶ περὶ τῆς τοῦ Κυρίου προδοσίας, ὡς ἀντὶ τῆς ὀφειλομένης αὐτῷ παρὰ τοῦ λαοῦ τιμῆς καὶ εὐεργεσίας, τριάκοντα χρυσῶν αὐτὸν ἐτιμήσαντο, ὡς ὑπὲρ τῆς προδοσίας ὁ Ἰούδας εἴληφε, καὶ ὡς ἐν τῷ γαζοφυλακίῳ τὸ χρυσίον ἐδάλετο, καὶ πάλιν εἰς τιμὴν τοῦ ἀγροῦ τοῦ κεραμέως ἐξοδιάζετο. Καὶ περὶ τοῦ Ἀντιχρίστου πάλιν, ὡς ἐπιθήσεται τοῖς ἁγίοις, καὶ καθαρθήσεται. Προεφήτευσεν καὶ περὶ τοῦ σωτηρίου πάθους Χριστοῦ, καὶ τῆς ἐνδόξου παρουσίας αὐτοῦ, καὶ ὡς ἐπὶ τοῦ ὄρους τοῦ ἐλαιῶνος φανήσοιτο. Προεῖπε καὶ τὴν τοῦ Γὼγ καὶ Μαγὼγ ἔφοδον, καὶ τῶν ἁγίων τόπων, γενησομένην ἐν τέλει, καὶ τὴν θελάτον αὐτοῦ τιμωρίαν, ἀλλὰ καὶ ὡς εἰς ὑστερον τὰ ἔθνη τούτων πορισμὸν ἔξουσιν σωτηρίας, τὴν εἰς τὴν Ἱερουσαλὴμ Θεῷ τελουμένην προσκύνησιν, ὑπ' αὐτῶν ἐπιτελεσθησομένην.