Ancient Greek
51.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 51.2
Unproofread scanNot analysed yet
'Ονειδίζει τὸν λαόν, ὡς, γεγονότες υἱοὶ τοῦ Ἰακώβ, τοῦ προτιμηθέντος ὑπὸ θεοῦ παρὰ τὸν 'Ησαῦ, ἀγνοῦντες περὶ τὴν τετιμηκότα περιφρονεῖν. Ἐγκαλεῖ καὶ τῷ ἱερῷ τάγματι, ὡς ἐκλεχθέντες ἐν τῷ Λευὶ εἰς ἱερατεύειν, ἀμελεῖς περὶ τὴν ἱερωσύνην ἀλίσκονται. Μέμφεται καὶ τοῖς τὰς γαμετὰς ἀδίκως ἀπολύουσι, καὶ τοῖς τὴν παρὰ θεοῦ δικαίαν κρίσιν περὶ πάντων ἐκφέρεσθαι μὴ προσδοκοῦσιν. Κατακρίνει καὶ τοὺς τὰς νομίμους ἀπαρχὰς καὶ δεκάτας μὴ προσάγοντας τοῖς ἱερεῦσι, καὶ τοὺς ἐξουθενοῦντας τὴν θείαν λατρείαν. Προφητεύει καὶ ὡς ἡ δικαία κρίσις τοῦ θεοῦ περὶ πάντας ἐκφανήσεται.