Ancient Greek
51.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 51.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΠΑ'. —Τίνα ἔστι τὰ διὰ 'Ηλιοῦ γεγόντα θαυμαστὰ σημεῖα. Ἐξ ὀλίγιστου ἀλεύρου καὶ ἐλαίου, ἐν καιρῷ λιμοῦ πεμφθεὶς εἰς Σαραφθὼ τῆς Σιδωνίας, γυναῖκα χήραν καὶ τὸν ταύτης υἱόν, καὶ ἑαυτὸν ἐπὶ τριετῆ διέθρεψε χρόνον. Δεύτερον, υἱὸν τῆς σταθμοχοῦ (95) τῆς χήρας ἀποθανόντα ἀνέστησε. Τρίτον, πῦρ ἐξ οὐρανοῦ ἐπὶ τὰ ἱερεῖα κατέγαγε. Τέταρτον, ὑετὸν ἐξ ἀνωμβρίας προειπὼν ἐσεῖσθαι, εὐθέως ἐπήγαγε. Πέμπτον, πεντηκόνταρχον ἐπ' αὐτὸν ἐλθόντα, παραστάσιω· εἰνεκα τῆς πρὸς τὸν βασιλέα, καὶ τοὺς πεντήκοντα αὐτοῦ, φορὰ πυρὸς οὐρανοῦ ἐνέπερσε, καὶ πάλιν τὸν ἐλθόντα δεύτερον ὁμοίως ἀνείλεν. Ἕκτον, τῇ μηλωτῇ τὸν Ἰορδάνην περάσας (96), διελὲ πλημμυροῦντα ποταμόν, εἰς πάροδον ἑαυτῷ τε καὶ Ἐλισσαίου.