Ancient Greek
512.2 to 512.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 512.2-7
Unproofread scanNot analysed yet
ΕΠΙΤΟΜΗ ΕΡΜΗΝΕΙΑΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΑΠΟ ΔΙΑΦΟΡΩΝ ΠΑΤΕΡΩΝ. Οὐ προτέταχε θεολογίαν ὁ Μωϋσῆς διὰ τὴν νηπιότητα αὐτῶν, ἀλλὰ τὴν κτίσιν λέγει γεννην, διὰ τὸ Θεὸν αὐτὴν μὴ ἔχειν τοὺς ἀνθρώπους· διὰ τοῦτο περὶ ἀγγέλων οὐκ εἶπε κτίσεως, ἵνα μὴ θεοποιηθῶσιν αὐτούς· οὐδὲ μέχρι τοῦ Ἀβραὰμ εὐρήσεις ἄγγελον πεμφέντα που. Ὅτι οἱ μὲν προϋπάρχεντι λέγουσιν ἁγγέλους οὐρανοῦ καὶ γῆς· οἱ δὲ σὺν αὐτῷ γεγενῆσθαι, ἐπεὶ καὶ ἐν τόπῳ εἰσὶ καὶ ἄνευ τόπου εἶναι τούτους οὐκ ἂν ἐνδέχοιτο περιγραπτοὶ γὰρ εἰσιν. Ὅτι οὐ διδάσκει ὅτι καὶ τὰ ὕδατα ἐποίησεν ὁ Θεὸς ἐνταῦθα· ἐν δὲ τῷ Σαββάτῳ, φησίν, ὅτι ἐν ἕξ ἡμέραις ἐποίησεν Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὅτι εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησεν, οὐκ αὐτὸς τὸ σκότος· ἐναντία γὰρ· οὐκ ἔστι δὲ ἐναντίω, ἀλλὰ τὸ μὲν οὐσία, τὸ δὲ συμβεβηκός· ἐστιν οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποκλίσιμα· ὡς δὲ οἱ ἔξω, σκιά γῆς.