Ancient Greek
512.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 512.8
Unproofread scanNot analysed yet
Ὅτι τὸ Πνεῦμα ὁ ἐπεφέρετο, ἀήρ ἐστιν ὁ φυσικὸς ἐπάνω ὑδάτων ὄν· δικαίως δὲ καὶ τὸ ἐπεφέρετο τὸ τε ἐπάνω δηλοῖ καὶ κινητικὸν αὐτοῦ καὶ ἁτατον· ὅτι δὲ Θεοῦ αὐτὸ λέγει, ἀκούε τοῦ Δαβὶδ· Πνεύσει τὸ Πνεῦμα αὐτοῦ, ἤγουν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ ρυήσεται ὕδατα. Καὶ· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα. Καὶ· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Ἤ· δὲ, περὶ τοῦ παναγίου Πνεύματος τοῦτο νοοῦσι· τὸ δὲ ἐπεφέρετο, ἀντὶ τοῦ, ὥσπερ ἐπωάζον περιέβαλπε καὶ ἐζωογόνει τὰ ὕδατα.