Ancient Greek
513.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 513.7
Unproofread scanNot analysed yet
"Οτι τῷ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμῶν τέσσαρ, ἡμεῖς μὲν τὸν Υἱόν, οἱ δὲ Ἰουδαῖοι. οἱ μὲν, τοὺς ἀγγέλους, οἱ δέ, πρὸς ἑαυτὸν · ἄλλοι δὲ τινες πώλαιρεσιζόντων, Ἀτειχὴν εἴπον τὴν σύνταξιν · καὶ γὰρ οἱ τὰς μεγίστας παπιστευμένοι ἀρχὰς, Γράφο-μεν, λέγουσι, καὶ, Προστάττομεν · οἱ δὲ ἀπολογου μένοι λέγουσιν, ὅτι τὰ πλεῖστα ὁ Θεὸς μονοπροσαώπως λέγει ἐν πάσῃ τῇ Γραφῇ · ὅδε δέ, καὶ εἰς τῷ, Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς C γλώσσας, δύο προσώπων παράστασιν ποιεῖται · ὥστε τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δεῖ ἐννοεῖν. Τί ἐστι τὸ κατ' εἰκόνα; οἱ μὲν τὸ ἀόρατον τῆς ψυχῆς · οἱ δὲ τὸν νοῦν, διὰ τὸ πανταχοῦ διῆκειν · οἱ δὲ τὸ ἄρχειν τῶν κάτω, ὥσπερ Θεός, καὶ τῶν ἄνω · οἱ δὲ διὰ τὸ ἐργάζεσθαι αὐτὸν, καὶ οἷα Θεὸν δημιουργεῖν · οἱ δὲ διὰ τὸ νοῦν λέγειν καὶ πνεῦμα ἔχειν, οἷα ὁ δημιουργήσας τοῦτον Θεός.