Ancient Greek
514.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 514.1
Unproofread scanNot analysed yet
ΑΘΑΝΑΣΙΟΥ ΚΟΡΙΝΘΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΕΚ ΤΗΣ ΤΕΤΡΑΒΙΒΛΟΥ ΖΩΤΟΥ ΙΑΚΩΒΙΤΟΥ. A Ζητοῦμεν εἰ ἡ πληρωσις τῶν βρωμάτων ἐπὶ Χριστοῦ ἐκῆντη καὶ κένωσιν. Εἰ οὖν λέγετε κεκέν-θαι κένωσιν, Νεστοριανοί ἐστε, ψιλὸν ἄνθρωπον ὑποτιθέμενοι τὸν Χριστόν· εἰ δὲ ἐρεῖτε μὴ κεκέν-θαι κένωσιν, πῶς ἂν νοηθῇ ἄνθρωπος προσλαβέ-σθαι πληρούμενον, καὶ μὴ κενούμενον; —'Αποκρί-σις. —Ο' 'Απόστολος τὴν ἄκραν ἕνωσιν θελὼν δηλῶ-σαι θεότητος καὶ ἀνθρωπότητος, κατὰ πάντα ὁμοῖον ἡμῖν ἀναλαβέσθαι ἄνθρωπον χωρὶς ἁμαρτίας φησίν· ἀλλ' ἐκεῖνος μὲν διὰ τὴν ἄκραν ἕνωσιν τοῦτο εἶπεν· ἡμεῖς δὲ καὶ ὑπὲρ ἄνθρωπον γεγενῆσθαι αὐτὸν κα-ταλαμβάνομεν. Τὸ γὰρ ἐκ Παρθένου γεννηθῆναι, τὸ Θεὸν αὐτὸν εἶναι, καὶ ὑπὲρ ἄνθρωπον, δείκνυσιν· καὶ ἔδει κατὰ τὸν τῆς ἁγίας Γραφῆς κανόνα μὴ ἐκ-κλίνει δεξιὰ ἢ ἀριστερά, ἀλλὰ στοιχεῖν τοῖς γεγραμ-Bμένοις, καὶ μηδὲν πλέον περιεργάζεσθαι· ὅμως ἵνα μὴ δόξωμεν ἀποκρίσεως ἀποροῦντες σιγῆν, ἐροῦμεν ὅτι τοῦ κρείττονος ἐκνικῆντος, ἄλλο εἶναι σῶμα τὸ ἐκεῖνο θεοειδέστερον, ὅπερ ἐν μὲν τῇ πληρώσει καθ' ἡμᾶς ἦν, ἐν δὲ τῇ κενώσει ὑπὲρ ἡμᾶς. Δηλοῖ δὲ καὶ πρὸ τῆς σαρκώσεως ἡ μακαρία Τριάς παρὰ τῷ 'Αβραὰμ ἐσθίουσα, καὶ πληρωσὶν δεχομένη, καὶ μὴ κενουμένη· ὁμοίως καὶ μετὰ τὴν ἀνάστασιν ὁ Σωτὴρ ἡμῶν πληρωσὶν δεχόμενος, κενώσεως μὴ ὑπαρχούσης, ἀλλ' ὑπὸ τῆς ἐνοικοῦσης θείας φύσεως τῆς πληρώσεως ἐκδαπανωμένης· ταῦτα μὲν ἡμεῖς κατὰ τὴν ἡμετέ-ραν τῆς γνώσεως ἀσθένειαν· αὐτὸς δὲ ὁ σαρκωθείς ἐπίσταται τοὺς οἰκείους τρόπους τῆς πληρώσεως· καὶ τῆς κενώσεως· καθὼς οἶδὲ καὶ τὸν τρόπον τῆς ἀπορ-ρήτου τῶν δύο φύσεων μίξεως τε καὶ κράσεως ἐν ἐνὶ προσώπῳ.