Ancient Greek
532.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 532.3
Unproofread scanNot analysed yet
ΠΡΟΛΟΓΟΣ. 'Αρχομένους ἡμᾶς τῆς διασαφήσεως τῶν τοῦ προφήτου 'Ησαίου ῥημάτων, εὐχεσθαι χρή, λαβεῖν τὴν τῆς σοφίας καὶ τὴν τῆς γνώσεως καὶ τὴν τῆς διδασκαλίας χάρισμα, ὥστε πάντα ὁμοῦ συνδραμόντα τῷ ἡγεμόνι Κυρίῳ ἡμῶν ἐντυπῶσαι τὴν πλάσιν τῆς προφητευομένης ἀληθείας μόρφωσιν. 'Εστι δὲ τοῦ μὲν λόγου τῆς γνώσεως χρεία πρὸς τὸ θεωρεῖν τοῦ Πνεύματος τὰ ἀπόρρητα· τοῦ δὲ λόγου τῆς σοφίας πρὸς τὸ κατασκευάζειν καὶ ἐξεργάζεσθαι τὰ συνεστραμμένως ἐν βραχυλογίαις ἐκδεδομένα. 'Ιδίον γὰρ τῆς σοφίας τὸ ἐκτείνειν λόγον. 'Εξείναι γὰρ, φησὶ, λόγους, καὶ οὐ προσείχετε. "Ἐπειτα τοῦ τῆς διδασκαλίας χαρίσματος εἰς οἰκοδομὴν τῶν ἀκούοντων. 'Ιστέον γὰρ πρᾶτον, χρεῖαν ἀπὸ τῶν κοινῶν ἐνοιῶν ἀφμιγμένους ἐπὶ Θεοῦ τὰ ἐναντιούμενα ὅσον ἐπὶ τῇ λέξει ὁμολογεῖν, μὴ νοεῖν· ὅλον κατὰ τὰς κοινὰς προλήψεις ἔστι τὴν θείαν φύσιν ἀγαθὴν καὶ ἀόργητον καὶ δικαίαν ὁμολογεῖν. 'Εὰν γὰρ ὀργιζόμενον ἢ λυπούμενον ἢ μεταμελοῦμενον ἢ μὴ κατ' ἀξίαν τινὶ χρώμενον ἡ Γραφὴ λέγει, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα καὶ μεριμνᾶν, τίνα τρόπον ἀποκαταστήσει δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέψαι τὰς ἀξιολόγους περὶ Θεοῦ ὑπολήψεις, καὶ οὕτως ἀπροσκόπτως ἐντευξόμεθα ταῖς Γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελούμενοι, ἐκ δὲ τῶν ἀσφαλεστέρων μὴ βλαπτόμενοι. 'Εὰν δὲ τις ἐγκαλῇ τῇ θείᾳ Γραφῇ, ὡς οὐ διδασκαλικῇ, οὐδὲ εὐεργετικῇ τῶν ὠφελείσθαι δυναμένων, καταμανθανέτω πᾶσαν τὴν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐχ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑποδεεστέροις καὶ τοῖς κατὰ τὸν βίον πράγμασιν· ὅτι τοῖς μὲν ἀλόγοις εὐχολον τὴν πρὸς τὴν ζὴν ἀφορμὴν τροφὰς αὐτομάτους, καὶ σκέπην αὐτοφυῆ καὶ τὰ ἐκ τριχῶν καὶ πτερόν ἐνδύματα, ἡ τὰ σύμπαντα οἰκονομοῦσα δυνάμεις ἐχαρίσατο. Τὸν δὲ ἄνθρωπον γυμνὸν παραγαγούσα λόγον ἔδωκεν ἀντὶ πάντων, δι' οὗ αἱ τε ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδομικὴ, ὑφαντικὴ, γεωργικὴ, χαλκευτικὴ, τὸ τοῦ σώματος ἐνδὸν ἀναπληρούσης τῆς ψυχῆς τῇ παρούσῃ τοῦ λόγου. "Ὡστερ γὰρ ἐν τούτοις οὐχὶ βακαίνων ἡμῖν τῶν πρὸς τὴν ζὴν ἀφορμῶν παραλίψους τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα ὁ Δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἐνδειαν τῶν ἀναγκαίων γυμνασίον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο, οὕτω καὶ τὴν ἐν