Ancient Greek
533.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 533.1
Unproofread scanNot analysed yet
ταῖς Γραφαῖς ἀσάφειαν ἐπ’ ὑφελεῖα τοῦ νοῦ διεγείρων αὐτῷ τὴν ἐνεργείαν ἐπετίθους · πρώτων μὲν, ἵνα τοὺς ἐνασχολούμενους τῶν χειρῶν ἀφιλχηται · ἔπειτα, ὅτι τὰ πῶν κτηθέντα μᾶλλον πως ἀγαπᾶται καὶ τὰ διὰ μακροῦ προσγενημένα μονίμως τε παραμένει · ὧν δὲ ῥαδίᾳ ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις· εὐκαταφρόνητος γὰρ ἡ τῶν προχειρῶν παρουσία καὶ οὐδεμιᾶς φυλακῆς ἀξιοῦμένη τοὺς ἔχουσι. Διὰ τοῦτο καὶ ἡ τῶν δνείρων φύσις ἀσαφὴς καὶ πλῆγια, καὶ οὐδὲ μικρὰς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐνεργείας, καὶ πολλὴ συγγένεια πρὸς τὰ ἐκ τῶν δνείρων αἰνυμάτων τοῖς κατ’ ἐπιχρυσὴν ἐν τῇ Γραφῇ δηλουμένοις · ὅθεν καὶ Ἰωσὴφ καὶ Δανιὴλ τῷ προφητικῷ χαρίσματι τὰ δνείρια διεγνώσκον, ἐπειδὴ οὐκ αὐτάρχη τὰ τῶν ἐνοιῶν πρὸς τὴν θῆραν τῆς ἀληθείας. Πρὸς δὲ τούτοις χρεία τῆς ἐν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν ἐν τοῖς Γραφαῖς κεκαλυμμένον διαγνωσθῆναι · χρεία δὲ πρὸς τὴν καθαρότητα τοῦ βίου καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς, ἵνα τὸ σεμνοτρεπὲς καὶ μυστικὸν τῶν θείων λόγων ἐκ τῆς συνεχοῦς μελέτης ἐντυπωθῇ τῇ ψυχῇ. Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων Λόγων μελέτη, συνίστησιν ὁ Μωσῶος βίος, ὅς ἐν μὲν τῇ πρώτῃ τεσσαρακονταετηρίδι ἐπαιδεύθη τὰ Αἰγυπτίων. Ἐπὶ δὲ τῇ δευτέρᾳ τεσσαρακονταετηρίδι ἐπὶ προφάσει τοῦ ποιμαίνειν εἰς τὰς ἑρημίας ἀναχωρήσας τῇ θεωρίᾳ τῶν ὄντων ἐπεσχόλα, καὶ οὕτω λοιπὸν τῆς τοῦ Θεοῦ ἐπιφανείας ἀξιώθεις μετὰ τὴν τεσσαρακονταετηρίδα ἀκων ὑπὸ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐπὶ τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν κατενέχθη, καὶ οὐδὲ τότε διηνεκῶς τῷ πρακτικῷ παρέμενε βίῳ, ἀλλὰ καὶ πρὸς τὸν ἐποπτικὸν ἐπανίει πολλάκις. Ὅθεν καὶ εἰς τὴν Αἰγυπτιακὴν εἰδωλομανίαν ὅλως ὑπηνέχθη τὰ πλῆθη, τῷ Θεῷ συνόντος τοῦ ἀνδρὸς ἐν τῷ ὄρει · τοιούτω δὲ τι καὶ ὁ Ἠλίας, τῶν τῶν ἀνθρώπων ὀχλῶν διαδιόράκων, καὶ ἐπὶ τὰς ἑρημίας φιλοχωρῶν. Εἰ τοίνυν τοῖς ἀγίοις μετὰ πάσης εὐσταθείας τοῦ ἡγεμονικοῦ ἐπονεῖτο τῆς ἀληθείας ἡ ζήτησις, πῶς οὐκ ἀλόγως τοὺς καρποὺς τῶν μυρίων καμάτων ἄνευ τινὸς πραγματείας ἐπιζητεῖν; Τῆρει γὰρ, καὶ Ἠλίας μεθ’ ἑοὺν ἀνεχωρήσας καὶ ἀτυγίας, καὶ καμάτων, ἰδεῖν Θεὸν ἠξιώθη.