Ancient Greek
546.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 546.3
Unproofread scanNot analysed yet
Ἐναντίοι εἰσὶν οἱ πενθοῦντες τῶν ἐξ ἀπονοίας ἐρχομένων τοῦ πρώτου μακαρισμοῦ Οἱ πραεῖς κληρονομήσουσιν τὴν γῆν· ἐπειδὴ νομίζονται διὰ τὴν πραότητα πάντα ἀπολέσαι, κληρονομήσαι αὐτὸς ὑπισχνεῖται· γῆν δὲ οὐ τὴν ἄνω, ἀλλὰ ταύτην, τὸ ἐν εἰρήνῃ διάγειν καὶ λαβεῖν τὰ δέοντα, φημὶ. Διδάσκων καὶ τὰ οὐράνια ὑπισχνεῖται καὶ τὰ κάτω, διὰ τοῦ λέγειν· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ πάλιν, Ὁστις ἀφῆκεν οἰκίαν ἢ ἐνεκεν ἐμοῦ, ἐκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.