Ancient Greek
546.5 to 546.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 546.5-7
Unproofread scanNot analysed yet
Πρὸ τῶν ἐλεημόνων μακαρίζει τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. Διὰ τί; Ὅτι οὐκ ἐξ ἀρπαγῆς δεῖ ἐλεεῖν. Καθαρὸς τῇ καρδίᾳ λέγει, ἢ τοὺς ἐν σωφροσύνῃ διῶντας, ἢ τοὺς παντελῇ ἀρετὴν κεκτημένους. Αὐτοὶ τὸν Θεὸν ὄψονται· ὅψιν ἐνταῦθα καλῶν τὴν ὡς ἐστὶν ἀνθρώπῳ δυνατόν ἰδεῖν τὴν ἀόρατον ἀπάντων ἀρχήν. Εἰρηνοποιούς λέγει, οὐ μόνον τοὺς διαμαχομένους, ἀλλὰ καὶ τοὺς στασιάζοντας ἀλλήλοις εἰρηνοποιοῦντας· ἔτι δὲ καὶ τοὺς τὸ ἑαυτῶν σῶμα μὴ καταξανίστασθαι τῇ ψυχῇ ποιοῦντας, ἀλλὰ δουλοῦντας τὸ σῶμα δι' ἀρετῆς τῇ ψυχῇ.