Ancient Greek
558.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 558.2
Unproofread scanNot analysed yet
Γεννήματα ἀσπίδων καλεῖ ἐκείνους, ἐπειδὴ ἐκ τῶν προγόνων μέγα ἐφόρουν· κακοὶ δὲ ὄντες ἀνῃροῦν τοὺς προγόνους, ὡς ἐκεῖνοι. Τὸ, Γενεὰ ἀπίστος καὶ μοιχαλίς, καὶ διὰ τοὺς αὐτῶν πατέρας λέγει καὶ διὰ τοὺς ἐκείνους· ἠπίστησαν γὰρ καὶ οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ τοῖς θαύμασιν· ἠπίστησαν δὲ καὶ αὐτοὶ ἄρτιως· μοιχαλίδας δὲ λέγει αὐτοὺς συναγωγὴν, ὅτι ἀφέντες τὸν Θεὸν οἱ πατέρες αὐτῶν ἐξεπόρνευσαν ἐν τοῖς δαιμονίοις· οὗτοι δὲ αὐτὸν παραγενόμενον προσδεξάσθαι οὐκ ἠθέλησαν.