Ancient Greek
558.4 to 558.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 558.4-8
Unproofread scanNot analysed yet
Τὸ λέγειν αὐτοῖς, ὅτι Οὐ δοθήσεται ὑμῖν σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ, τὴν τριήμερον ταφὴν καὶ ἀνάστασιν λέγει. Καρδίαν τῆς γῆς τὸν τάφον λέγει. Τοὺς Νινευῖτας λέγει κατακρίναι τὴν γενεὰν αὐτῶν, ὅτι ἐκεῖ μὲν δοῦλος ἐκ κήτους καταστρεφομένην βαρβάρους μηδὲν θαῦμα ποιήσας ἐκήρυξεν, καὶ ὑπηκούστω· ὧδε Δεσπότης ἐκ θανάτου βασιλείαν εὐαγγελιζόμενος ἐννόμους ἀνθρώπους μετὰ θαυμάτων ἐδίδαξεν, καὶ οὐκ εἰσηκούστω. Ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. Ἐκεῖνος μὲν γὰρ περὶ δένδρων καὶ ξύλων καὶ φύσεως τινὸς διελέγετο, οὗτος δ’ ὑπὲρ ἀπορρήτων καὶ οὐρανίων μυστηρίων. Πῶς νοεῖται καὶ ποία διάνοια λέγει, ὅτι Τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ πονηρὸν ἐὰν ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, καὶ τὰ ἕξης; Ὁ λέγει τοιούτων ἐστιν, ὅτι· Ἐλυτρώσαμην ὑμᾶς ἐξ εἰδώλων διὰ προφητῶν, τοῦ πνεύματος τοῦ ἀκαθάρτου ἐκωθέντος ἀφ’ ὑμῶν, εἶτα τὸν οἶκον οὐκ ἐσαρώσατε· λοιπὸν πλείονων κακῶν ἀξιοι γενήσεσθε.