Ancient Greek
558.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 558.9
Unproofread scanNot analysed yet
Διὰ τί ἐπιτιμᾷ πρῶως τῇ μητρὶ λέγων, Τίς ἐστιν ἡ μήτηρ μου; Καὶ τίνες εἰσίν οἱ ἀδελφοί μου; Πρῶτον μὲν τὴν διδασκαλίαν προτιμῶν τῶν γενεῶν· ἔπειτα δὲ τῆς κενοδοξίας ἀπαλλάξαι βουλόμενος τὴν μητέρα· ἐβούλετο γὰρ ἐπιδεῖξαι τῷ λαῷ ὅτι κρατεῖ αὐτοῦ καὶ ὑπακούεται· εἰ γὰρ μὴ τοῦτο ἦν, ἔδει εἰσελθοῦσαν ἀκοῦειν μετὰ τοῦ ὄχλου, ἕως ἂν τὸν λόγον καταπαύσῃ· ἔπειτα δὲ χρὴ ὁρᾶν τίς ἐστιν καὶ ὁ ἐπιτιμῶν, ὅτι Θεὸς καὶ Θεοῦ Υἱός· ὅμως οὐδὲν ἔχει, ὅτι Οὐκ εἰ μού μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων· ἔπειτα καὶ διδάσκει μὴ θαρροῦντας συγγενείᾳ ἀμελεῖν ἀρετῆς καὶ διδασκαλίας.