Ancient Greek
573.11 to 573.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 573.11-7
Unproofread scanNot analysed yet
Διὰ τί ἐρωτᾷ, Τί θέλετε ποιήσω ὑμῖν; Ἴνα μὴ τις νομίσῃ, ὅτι Ἄλλα βουλομένους· λαλεῖς, ἄλλα δίδως· καὶ ἵνα τοὺς ἄλλους εἰς μείζονα ζηλῶν ἀγάγῃ. Ἕτερον δὲ ἵνα δεῖξῃ τῆς δωρεᾶς δικαίως ἀπολαύοντας· ὡςπερ ἐπὶ τῆς Χαναanaίας καὶ τοῦ ἐκατοντάρχου καὶ τῆς σεται. Χρὴ εἰδέναι ὅτι αἱ παραβολαὶ αὗται οἷον ἡ τῶν παρόντων, ἡ τῆς σιγῆς, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ ἀκάρπου, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσιν. Διὰ τί μετὰ τοσαύτης περιουσίας νῦν ἐπιβαίνει τοῖς Ἱεροσολύμοις; Ἐπεὶ τότε μὲν προσοῖμα ἦν οἰκονομίας, νῦν δὲ διὰ τῆς αὐτοῦ δυνάμεως πείραν ἔδωκε, μετὰ πλείονος περιφανείας ἐργεται· ἐπεὶ καὶ ὁ σταυρὸς ἐν θύραις ἦν, τὰ μέλλοντα αὐτοῖς ἐκβαλεῖν ἐπιδεικνύμενος. Διὰ τί οἱ υἱοὶ Ζεβεδαίου προσῆλθον αὐτῷ περὶ προ-εδρίας διαλεγόμενοι; Ἐπειδὴ, καθὼς φησιν ἕτερος εὐαγγελιστής, διὰ τὸ ἔργος εἶναι τὴν Ἱερουσαλὴμ, δοκεῖ ὅτι καὶ ἡ βασιλεία αὐτοῦ ἔργος ἔστιν· εἰ δὲ ὁ εὐαγγελιστὴς οὗτος περὶ τῆς μητρὸς αὐτῶν λέγει ὅτι αὐτὴ ἦλθαστο, ὡς ἐξ ἀμφοτέρων γενόμενον τοῦτο εἴπεν, ἵνα πλεῖον δυσωπηθῇ· ἡσχύοντο γὰρ μόνοι τοῦτο λέγειν. Τὸ εἰπεῖν αὐτῶν, Οὐχ οἴδατε τί αἰτεῖσθε, ἀντὶ τοῦ, οὐδὲν πνευματικόν, φησίν. Εἰ δὲ καὶ περὶ τῆς ἀνω δόξης ἦσαν, οὐδὲ οὕτως καλῶς ἦσαν. Τὴν δὲ προεδρίαν ἐζήτουν τῶν ἄλλων, ἐπειδὴ εἴπεν, ὅτι Καθ-ισήσω ἐπὶ διώδεκα θρόνους, μὴ νομίσαντες τὸ, Δο-ξασθήσεσθε, δι’ ἀρετὴν, ἀλλὰ τὸ, Καθίσαι· καὶ κρί-νοντες, μὴ νοήσαντες τὸ, Κατακρίνοντες, ἀλλὰ τὸ, Δικάζοντες. Τὸ, Δύνασθε τὸ ποτήριον, ὃ ἐγὼ πίνω πιεῖν, τὰς σφαγὰς καὶ τὰς βασάνους λέγει καὶ τὸ μαρτύ-ριον· ποτήριον δὲ εἴπεν αὐτό, ἵνα προθυμοτέρους ποιήσῃ τῇ εὐχολίᾳ τοῦ λόγου, καὶ πρὸς ἑαυτὸν ἐφελκύ-σθαι· καὶ βάπτισμα δὲ αὐτὸ καλεῖ, ὡς καθάρσιον τῆς οἰκουμένης.