Ancient Greek
573.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 573.8
Unproofread scanNot analysed yet
Καὶ πῶς λέγει, Οὐχ ἔστιν ἐμὸν δοῦναι; Ἐπεὶπερ οὐχ ἔστιν οὔτε ἐκεῖθεν τοιαύτη καθέδρα· ἡ δήλον ὅτι πρὸς τὴν ὑπόνοιαν λέγει συγκαταβαίνων. Τὸ δὲ, Οὐς ἡτολμασται, ἐκ τῶν πόνων καὶ τῶν ἰδρώτων· τοῦτο δὲ οὐχ ἐκβάλλει· ἐξω τὴν ἐξουσίαν, ἀλλὰ τὸ δίκαιον αὐτοῦ δείκνυσιν. Ὅτι δὲ ἐξουσίαν ἔχει, ἀκούσον· Ἐγὼ δὲ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν· καὶ ὁ Παῦλος· δὲ οὕτω δηλῶν ἔλεγεν· Δοιπὸν ἀπόκειται μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος, καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.