Ancient Greek
578.12
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 578.12
Unproofread scanNot analysed yet
Τί ἐστιν τὸ, Εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι; Εἰ ἐπὶ πλεόν, φησίν, ἐκράτησεν ὁ πόλεμος τῶν Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἀπαντες ἂν ἀπόλοντο Ἰουδαῖοι. Διὰ δὲ τοὺς ἐκλεκτοὺς ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι· ἐκλεκτοὺς λέγει τοὺς τῇ χάριτι ἤδη πιστεύσαντας. Διὰ τί περὶ τῆς ἁλώσεως Ἰερουσαλὴμ οὐ λέγει Ἰωάννης; Ἵνα μὴ δόξῃ τισὶν ἀπὸ τῆς ἱστορίας γεγραμμένα ταῦτα ἢ ὡς ἀκούσας· ἔζησε γὰρ μέχρι πολλοῦ. Ἄλλ' οἱ πρὸ τῆς ἁλώσεως τελευτήσαντες, αὐτοὶ ἤκουσαν ἐκ Χριστοῦ γεγράψαν.