Ancient Greek
578.13 to 579.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 578.13-579.1
Unproofread scanNot analysed yet
Ἐπεὶ δὲ δύο ἐρωτήσεις προσηύξησαν οἱ μαθηταὶ τῷ Χριστῷ, μίαν περὶ τῆς συντελείας τῶν Ἰερουσαλὴμ, καὶ ἑτέραν περὶ τῆς συντελείας τοῦ κόσμου, εἰπὼν περὶ τῆς τῶν Ἰερουσαλὴμ τὰ τε προάγοντα σημεῖα, καὶ τὰ ἐν αὐτῷ τῷ πάθει, καὶ τὴν ὑπερβολὴν τοῦ πάθους, καὶ τὴν μετὰ τὸ πάθος ἐπὶ τῇ κολα- Τί ἐστιν τὸ, Ἀπλρώσατε καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν; Οὐχ ἐπιτάττων τοῦτο φησίν, ἀλλὰ προαναφαινὼν τὸ ἐσόμενον, τοῦτ' ἐστὶν τὴν αὐτοῦ θυσίαν. Διὰ τί λέγει αὐτοὺς Γεννήματα ἐχιδνῶν; Τὴν κατὰ κακίαν συγγένειαν αἰνιττόμενος· ὡς ἂν εἴη, ὅτι ὡσπερ ἐκεῖναι ἔοικεν τοῖς γονεύσιν κατὰ τὴν τοῦ τοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς ὑμῶν πατράσι κατὰ τὸ φονικὸν ἔοικατε. Περὶ ποιῶν λέγει· Ἰδοὺ ἐγὼ ἀποστέλλω προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς; Περὶ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν· καὶ γὰρ πολλοὶ ἐξ αὐτῶν προεφήτευσαν. Τίς δὲ ἐστιν οὗτος ὁ Ζαχαρίας περὶ οὗ εἶπεν, Ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδαὶ φησιν ἡ Γραφή. Τὸ, Οὐ μὴ ἴδητε ἀπ' ἄρτι, περὶ τοῦ καιροῦ λέγει τοῦ μέχρι τοῦ σταυροῦ· τὸ δὲ, Ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγει· τότε γὰρ πάντες αὐτὸν προσκυνήσουσιν. ΚΕΦΑΛ. ΚΑ'. Τί ἐστιν, Εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν; Ὅτι ἐκηρύχθη μὲν πανταχοῦ, οὐχ ἐπιστεύθη δὲ πανταχοῦ. Τὸ τέλος· ἤτοι ἡ τῆς Ἰερουσαλὴμ ἅλωσις, φησίν, ἀλλ' οὐχ ἡ τοῦ κόσμου συντέλεια. δώσεις τῶν ἡμερῶν ἐκείνων φιλανθρωπίαν τοῦ Θεοῦ, νῦν μεταδιδάσκει καὶ ἐπὶ τὴν τοῦ κόσμου συντελείαν· τὸ δέ, τότε, οὐχ ἔστιν ἐμφανιστικόν τοῦ μετὰ τὸ, εὐθὺς, ἀλλὰ μόνον καιροῦ παραστατικόν ἐστιν ἐκείνου, καθ’ ὃν τὰ ῥηθησόμενα μέλλει γίνεσθαι· καὶ τούτῳ χῆχρηται πολλάκις τῷ λόγῳματι ἢ τοῦ Εὐαγγελίου Γραφή.