Ancient Greek
581.7 to 582.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 581.7-582.7
Unproofread scanNot analysed yet
Διὰ τί ἐρίφους τοὺς ἀμαρτωλοὺς, πρόβατα δὲ τοὺς δικαίους λέγει; Ὅτι ἐξ ἐρίφων πρόσφορος οὐδεμία, ἐκ δὲ προβάτων πολλή, ἐξ ἐρίων, ἐκ τοκετῶν, ἐκ A γαλακτος, ἐκ τυροῦ. Ἄλλὰ τὰ μὲν ἄλογα, ἀπὸ φύσεως· ἡμεῖς δὲ ἐκ προαιρέσεως. Διὰ τί λέγουσιν αὐτοῖς το, Ἐδύνατο, ἐπετίμησεν αὐτοῖς; Ἵνα μὴ τῆς γυναικὸς τὴν σπουδὴν καὶ τὴν πίστιν εἰς τὸ ἐξαπορρήθηναι ἐμβάλωσιν. Διὰ τί οὐδὲν ἄλλον πνευματικὸν τῆσιν, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; Ἐπειδὴ ἱκεῖ τοῦτο καὶ περὶ ἐκείνων πείσαι θαρρεῖν αὐτήν. Ἔργον καλὸν εἰργάσατο, ὡς εἶπεν Χριστός· ἐδύνατο ὅτι καὶ μισθὸν ἀξίων λήψεται. Τὸ δὲ εἰπεῖν, Εἰς τὸν ἐνταφιασμὸν μου ἐποίησεν, τοῦτο εἶπεν προλέγων τὸ πάθος, ὡς πάντως εἰδὼς καὶ τοῦτο ἀναμνησάμενος αὐτοῖς. Τινὸς γάρν εἶπεν· Τότε πορευθεὶς Ἰούδας εἰς τῶν δώδεκα ὁ λεγόμενος Ἰσκαριώτης; Ἵνα δεῖξῃ ὅτι οὐδὲ ἡ πίστις τῆς γυναικὸς ἐκαμψεν αὐτόν. Δώδεκα, εἶπεν, ἵνα δεῖξῃ ὅτι ἐκ τῶν κυριωτάτων ἦν· Ἰούδαν δὲ Ἰσκαριώτην εἶπεν, ἐπεὶ καὶ ἄλλος ἦν Κληρονομήσατε τὴν ἠτοιμασμένην ὑμῖν βασιλείαν. Οὐκ εἶπεν, Λάβετε, ἀλλ’ ὡς πατρῴα καὶ ὑμῶν ἤδη ὄντα, Κληρονομήσατε. Τὴν ἐλεημοσύνην λέγει, Ὅτι οὐκ ἐδωκάτε μοι φαγεῖν· καὶ οὐ τοῦτο μόνον εἶχον, ἀλλ’ οὐδὲ γυμνὸν περιέβαλον· καὶ ὁ χουφότερον ἦν, οὐδὲ ἀρρώστον ἐπισκέψαντο. ΚΕΦΑΛ. ΚΖ. Τί ἐστιν το, Συνήχθησαν οἱ ἀρχιερεῖς; Ἐδείξεν ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανεν διαλύεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς ἕνα εἶναι ἀρχιερέα ἐκέλευσεν· καὶ τελευτήσαντος, τότε ἕτερον γίνεσθαι. Τότε δὲ πολλοὶ ἦσαν ἀρχιερεῖς· ἐνιαύσιοι γὰρ ἐγίνοντο· καὶ τοῦτο σαφέστερον ὁλοῖ Λουκᾶς, Ἐξ ἑφημερίας αὐτὸν εἶναι Ἀβιὰ λέγων, περὶ τοῦ Ζαχαρίου διαλεγόμενος. Τί λέγουσιν, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ; Ἐδεδεικνύσαν γὰρ τὸν λαὸν ὅτι πίστιν εἶχον εἰς Χριστόν· διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν. Διὰ τί ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ τοῦτο μνημονεύει γενέσθαι; Ἵνα δεῖξῃ πόθεν παροῦσα ἡ γυνὴ τῷ Χριστῷ προσῆλθεν, ὡς τοῦ ἐκείνου λαβῆναι ποτε καὶ τὴν φήμην εἶναι.