Ancient Greek
582.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 582.8
Unproofread scanNot analysed yet
Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δέ· ἀλλ’ ἡ παρὰ μὲν τοῖς τρισί, μία τις εἶναι μοι δοκεῖ καὶ ἡ αὐτή· οὐκίτι δὲ καὶ παρὰ τῷ Ἰωάννῃ ἐστιν ἡ αὐτή, ἀλλ’ ἑτέρα τις θαυμαστὴ ἡ τοῦ Λαζάρου ἀδελφή. Διὰ τί οὐ δημοσίᾳ, ἀλλ’ ἐν οἰκίᾳ ἔρχεται ἡ πόρνη; Ἐπειδὴ αἰσχροτάτη ἦν καὶ ἠσχύνετο ἐπὶ ὄχλου· οὐ γὰρ ὡς ἡ αἱμορρόους, ἢ ὡς ἡ χήρα, ἢ ὡς ἡ Μάρθα ἀπαντᾷ. Διὰ τί ταῖς θριξὶν ἀπέμασσεν; Ἐπειδὴ πλεῖον ἢ κατὰ ἄνθρωπον αὐτὸν ἐτίμα· ὁ τιμιώτερον εἶχε προσφέρουσα τὴν ἑαυτῆς κεφαλήν ἀντὶ συνδόνος.