Ancient Greek
589.2 to 589.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 589.2-6
Unproofread scanNot analysed yet
ΕΙΣ ΜΑΡΚΟΝ. ΚΕΦΑΛ. Θ. Ἐρωτᾶ πόσον χρόνον ἔχει τοῦτο παθῶν, οὐχ ὡς ἀγνοῶν, ἀλλ᾽ εἰς χρηστὰς ἐλπίδας αὐτὸν ἄγων. Τὸ, Εἰ δύνασαι πιστεύσαι, πάντα δυνατὰ τῷ πιστεύοντι, τοιούτῳν ἐστιν· εἰς αὐτὸν περιτρέπεται τὸ ἔγκλημα, δεικνὺς αὐτῷ, ὅτι Ἐὰν πιστεύσῃς, δύναται καὶ αὐτὸς θεραπεύειν. Ἀφῆσιν αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ διὰ τὸν πατέρα, ἵνα πλεῖον θαυμάσας ἐπαναχθῇ εἰς πίστιν· ἰδὼν δὲ τοὺς ὄχλους συναγμένους, ἐπεσπάσεν, φεύγων τὸ φιλότιμον. Σεληνιαζόμενον αὐτὸν καλεῖ ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τῶν πολλῶν ψευδοῦς ὑπονοίας.