Ancient Greek
589.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 589.7
Unproofread scanNot analysed yet
Ἐρωτῶσιν διὰ τί οὐκ ἠδυνήθησαν τὸν δαίμονα ἐκβαλεῖν, ἀγωνιῶντες μήποτε τὴν χάριν ἀπώλεσαν. ΚΕΦΑΛ. Ι. Ἐκεῖνος ἄνθρωπον αὐτὸν ἐνόμιζεν εἶναι καὶ οὐ Θεόν· καὶ τοῦτον ἔχει τὸν νοῦν ἡ ἀπόκρισις· Εἰ μὲν γάρ, φησίν, ἄνθρωπὸν με νομίζεις καὶ οὐ Θεὸν εἶναι, μὴ με λέγῃς ἀγαθόν· οὐ γὰρ διαφέρει ἀνθρωπίνη φύσις τὸ ἀγαθόν, ἀλλὰ Θεὸς μόνος. Καὶ ἐπιφέρει· Τὰς ἐντολὰς οἶδας. Εἰρηκὼς δὲ ἐκεῖνου· Ποίας; ἔφη τῷ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ ἕξης. Ἀπεκρίνατο λέγων· Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Ἐφη αὐτῷ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ λαβὼν τὸν σταυρὸν σὲ ἀκολούθει μοι. Διὰ τοῦτο οὖν ἔδειξεν ὅτι καὶ αὐτῷ διαφέρει τὸ ἀγαθόν· οὐ γὰρ τῷ μὴ ἀγαθῷ δύναται τις ἀκολουθῶν, ζωὴν αἰώνιον κληρονομήσαι.