Ancient Greek
590.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 590.4
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΙΒ'. Οὐδὲ τῇ λέξει λυπεῖ · οὐ γὰρ εἶπεν, Φοβηθήσονται τὸν Υἱόν, ἀλλ', Ἐντραπήσονται · ὡς περὶ βρῶμων, οὐ πονηρῶν, διαλεχθείς · καὶ μὴν οὐκ ἐνετράπησαν, ἀλλ' ἀπέκτειναν μᾶλλον. Ἄρ' οὖν τοὺς μέλλοντας ἠγνόησεν ὁ Πατήρ; Καὶ οὐκ ἀγνοεῖ μόνον, ἀλλὰ καὶ προλέγει · οὶ δὲ οὐκ ἐνετράπησαν · ἀπαγε τῆς μανίας ! Οὐ γὰρ ψεύδεταὶ Πατήρ, ἀλλὰ πρὸς τὸ χρήσιμον τὴν ἀγνοιαν πλάττει · διὰ τοῦτο καὶ ὁ Υἱὸς μιμούμενος τὸν Πατέρα, καὶ κατὰ τοῦτο τὴν πρὸς αὐτὸν δεικνύς ὁμοιότητα.