Ancient Greek
590.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 590.6
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΙΓ'. Περὶ δὲ τῆς ἡμέρας ἀκείνης, φησίν, οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱός · οὐκ ἀγνοεῖν τὴν ἡμέραν ἧς ἐστιν ποιητής, ἀλλὰ πρὸς τὸ χρήσιμον τῶν ἀνθρώπων πλαττόμενος ἀγνοιαν. Οὐ γὰρ συνέφερεν τοῖς ἀνθρώποις τὴν ἡμέραν τῆς κρίσεως, ὥσπερ οὐδὲ ἑκάστῳ συμφέρει μαθεῖν τὴν τελευταίαν τὴν ἡμέραν. Ἐμελλεν γὰρ τις τῇ προγνώσει θαρρῶν πάντα μὲν τὸν χρόνον κακίᾳ καὶ πονηρίᾳ συζῆν, κατ' αὐτὴν δὲ τὴν ἡμέραν εὐλάβειαν πλάττεσθαι · νῦν δὲ τῇ ἀδηλῳ τῆς ἡμέρας σπουδαιώους τοὺς βουλομένους ποιεῖ, ἑκάστην ἡμέραν ἑσχάτην νομίζοντας. Πῶς οὖν φησίν, Ἐντραπήσονται τὸν Υἱὸν μου; Τὸ πρέπον γενέσθαι καὶ ὀφείλον εἶπών, οὐ τὸ ἐκθοδόμενον πάντως · ἄμα καὶ κλέπτων αὐτῶν τὴν πρὸς τὸ χεῖρον ῥοπὴν, καὶ συλῶν κολασεῖν πρὸς τὸ συμφέρον. Εἰ μὲν γὰρ εἶπεν, Πέμψωμεν τὸν Υἱόν, οἶδα δὲ οτι σταυρώσουσι τοῦτον · εὐθὺς κατὰ τῶν Ἐδαγγελίων ἥρπαξεν τὴν φωνὴν ὁ Ἰουδαῖος · Αὐτὸς εἶπεν, οτι σταυρώσομεν αὐτόν · καὶ πῶς ἐμελλ[ο]μεν μὴ σταυροῦν; πῶς ἀπόφασιν ἀνελεῖν ἐδυνάμεθo θεῖαν; Διὰ τοῦτο φησίν · Ἐντραπήσονται τὸν Υἱὸν μου. Τί γὰρ οὐκ ἐπραξεν ὁ Υἱὸς ἐντρέψαι τούτους δυνάμενον; Καὶ πρῶτον οτι Δεσπότης ὢν, μορφὴν δουλικὴν ἐποιήσατο, καὶ θνητὴν ἐνδύς ἀθανασίαν διέθηκεν, αὐτὴν τὴν παρουσίαν ποιησάμενος ἡμερον, ὡς εἰς τῶν προλαβόντων δούλων, μᾶλλον δὲ καὶ μετριωτέραν · οἱ μὲν γὰρ καὶ κτημάτων εἴχον, αὐτὸς δὲ οὐδὲ πού τὴν κεφαλὴν κλίνειν · καὶ οἱ μὲν δοῦλοι πολλάκις καὶ πληγὰς ἐπήνεγχαν τούτοις, αὐτὸς δὲ πληγὴν ἀνθρώποις οὐκ ἐπήνεγχεν πώποτε, ἀλλ' ἐν εὐεργεσίαις μόνοις τὴν δύναμιν ἐπεδείξατο, Δεῦτε πρὸς με, βοῶν, οὐκ ἀναμένων ἐκείνους αὐτῷ προσελθεῖν.