Ancient Greek
596.12
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 596.12
Unproofread scanNot analysed yet
Τὸ κειθῆναι τὸν Κύριον εἰς πτώσιν πολλῶν καὶ ἀνάστασιν ἐν τῷ Ἰσραήλ, ἐπαινετῶς μόνον νοοῦμενον, εἰς πτώσιν μὲν κείται τῶν ἐν ἑκάστῳ τῶν πιστευόντων παθῶν τε καὶ πονηρῶν λογισμῶν, ἀνάστασιν δὲ τῶν ἀρετῶν καὶ παντὸς θεοφιλοῦς λογισμοῦ. Πῶς νοητέον, Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; —Σημεῖον, διὰ τὸν σταυρὸν καὶ τὸ ἐκεῖ πάθος· ἀντιλεγόμενον δέ, ὅτι οἱ μὲν παθὲν αὐτοῦ τὸ πάθος εἶπον, οἱ δὲ οὐ· καὶ οἱ μὲν γοῖτον, οἱ δὲ ἐπουράνιον· λέγουσιν· ὅτι δὲ σημεῖον ὁ σταυρὸς, ἀκούσον· Καὶ ἔθηκε Μωϋσῆς τὸν ὄφιν ἐπὶ σημείου, τοῦτέστιν ἐπὶ ξύλου.