Ancient Greek
596.2 to 596.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 596.2-9
Unproofread scanNot analysed yet
"Ὅτι παράδοξον ὡς γέννησιν ἔσχεν ὁ Ἰωάννης, οὕτω καὶ παράδοξον αἴσθησιν· ὅτι ἂν γὰρ λέγῃ, Καὶ σὺ, παιδίον, ὡς πρὸς ἀκούοντα λέγει καὶ ἐνωσιζόμενον. Προφητεύει δὲ ἐν τῷ λέγειν· Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἐτοιμάσαι ὁδοὺς αὐτοῦ· τοῦτο δὲ σημαίνει, ὅτι μετ᾿ ὀλίγον οὐ μέλλει ἔχειν αὐτὸν παρ᾿ ἑαυτῷ τρεφόμενον. Γνῶσιν σωτηρίας τὶνα λέγει ὁ Ζαχαρίας; Τὴν εἰς Χριστὸν σωτήριον πίστιν, καὶ ὅτι ἡ γνῶσις τῆς σωτηρίας, ἐν ἀφέσει ἁμαρτιῶν ἔσται. ΚΕΦΑΛ. Β᾿. "Ὅτι ἡ ἀπογραφὴ χρήσιμος γίνεται, ἵνα πληρωθῇ ἡ Γραφὴ ἡ λέγουσα· Καὶ σὺ, Βηθλέεμ, οἶκος τοῦ Ἐφραθά. Ἡ ἀπογραφὴ γίνεται, τὴν Θεοτόκον ἐκπελθεν ἐκπέμπονσα. Διὰ τί εἶπεν ὁ εὐαγγελιστὴς, Τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον; Ὅς πρωτεύοντα ἐν πᾶσιν. "Ὅτι ἐν τῇ φάτνῃ τίθεται, ἵνα ἡμᾶς τῆς ἀλογίας λυτρώσῃται. Ποῖά εἰσιν ἃ συντήρει πάντα ἡ Μαριάμ; "Ὅσα εἶπεν αὐτῇ ὁ ἄγγελος, ὅσα νῦν ὑμνοῦσιν ἄγγελοι, ὅσα λέγουσι ποιμένες. Συνέκρινε δὲ ἐκ πάντων, ὅτι Θεὸς ἔστιν ὁ τεχθεὶς ἐξ αὐτῆς. "Ὅτι τὸ τῆς περιτομῆς κοπῆν, οἱ μὲν εἰς τὰ τέσσαρα στοιχεῖα ἀναλυθῆναι λέγουσιν, οἱ δὲ ἐπὶ γῆς βιῆναι, ἵνα ἀγιάσῃ τὴν γῆν, ὡς καὶ τὸ ἱχθέν αὐτοῦ αἷμα καὶ τὸ ὕδωρ· οἱ δὲ ὅτι ἐτήρησεν αὐτὸ ὡς οἶδε τρόπον, ἐν τῇ αὐτοῦ ἀναστάσει· προσλαβόμενος αὐτὸ· καὶ γὰρ καὶ ἡμεῖς ἐν τῇ ἀναστάσει τὸ σῶμα τὸ ἡμέτερον πλήρες ἀποληψόμεθα. "Ὅτι τὸ λέγειν τὸν εὐαγγελιστὴν τὸ, "Ὅτε ἐπλησθῆσαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον, καλῶς ἐπῆγαγεν· μόνου γὰρ ἡν ἀκαθάρτου, καθαρὸν τεκεῖν.