Ancient Greek
597.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 597.1
Unproofread scanNot analysed yet
"Ὅτι τῷ, Σοὺ δὲ αὐτὴς τὴν ψυχὴν διελεύσεταί μοι μαχαίρα, περὶ τοῦ πάθους λέγει τοῦ Χριστοῦ· τὸ δὲ, "Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί, δηλοῖ ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ γενομένου τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Θεοτόκῳ, τάχιστά τις ἴσως ἐπακολουθήσει εἰς τὴν πίστιν τοῦ Χριστοῦ. "Ἡ ἐτέρως· "Ὅπως ἂν ἐκάστου ὁ λογισμὸς ἀποδειχθῇ ὅπως ὑπετόπασε περὶ αὐτοῦ, καὶ τίς ὁ ἀγαπῶν αὐτὸν καὶ τίς ὁ μισῶν.