Ancient Greek
604.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 604.1
Unproofread scanNot analysed yet
A Τὸ ἐκ τῆς τοῦ πύργου οἰκοδομῆς ἡμῖν ὑποδηλούμενον, τοῦτό ἐστιν, ἵνα οἱ τῆς εὐχλῆς ζωῆν κατορθοῦν ἐλόμενοι, τὴν ἀρχοῦσαν ἐν τοῖς προθυμίαν, τῇ ἐαντῶν ἐγκαταθέμενοι νοῦ διατελῶσιν. Τὸ δέ, Ἡ τίς βασιλεὺς πορευόμενος ἐν ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον; καὶ τὰ ἑξῆς τοῦτο σημαίνει, ὅτι πρὸς τὰς ἐναντίας δυνάμεις ἐστιν ἡμῖν ὁ ἀγών, καθὼς ὁ Ἀπόστολος φησιν· Ἐτι δὲ καὶ πρὸς τὸ φρόνημα τῆς σαρκός. Διὰ τὸν Θεὸν ἔχοντες βοηθόν, μηδαμῶς περὶ εἰρήνης τοὺς ἐχθροὺς ἡμῶν δαίμονας ἐρωτῆσωμεν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν· ἀλλὰ μᾶλλον ἀντιστώμεν αὐτοῖς, τὸν κραταιὸν Θεὸν ἡμῶν εἰς ἀντιληψίν εὐλόγως καὶ ἀδιαλείπτως ἐπικαλούμενοι.