Ancient Greek
604.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 604.2
Unproofread scanNot analysed yet
B Περὶ τῆς δραχμῆς φησιν ὁ ἅγιος Γρηγόριος οὕτως, ὅτι Λόγον ἦλθε Χριστός, δηλονότι τὴν ἐαυτοῦ σάρκα, καὶ τὴν εἰκόνα ἐκάθρισε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαρῶν· καὶ τὴν δραχμὴν ἐξήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι· καὶ συγκαλεῖ τὰς φίλας δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὐρέσει· καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἥς καὶ τῆς οἰκονομίας μύστιδας ἐπεποίητο. Εἰπὼν ὁ Δεσπότης Χριστός, ὅτι Ἀνθρώπῳ τις εἶχε δύο νιούς, ἁμαρτωλὸς λέγει καὶ δικαίους· νεώτερον δὲ λέγει τὸν υἱόν, οὐ διὰ τὸν χρόνον, ἀλλὰ διὰ τὸν τρόπον. Τὸ δέ, Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, ἀντὶ τοῦ, Αὐτεξούσιος ἐθέλω εἶναι καὶ οὐχ ὑπείκειν σοι· ἔδωκε δὲ αὐτῷ τὸ πατὴρ τὸ ἐπιβάλλον, τὴν αὐτεξουσιότητα, τὴν φυσικὴν νόμον. Τὸ δέ, Ἀπεδήμησεν, οὐ τοπικῶς νοήσεις, ἀλλὰ προαιρετικῶς· ἀπὸ Θεοῦ ἀπέστη, καὶ ὁ Θεὸς ἀπ’ αὐτοῦ. Τὸ δέ, Ἀνήλωσε τὴν οὐσίαν αὐτοῦ, τουτἐστι, τὸν ἔμφυτον λογισμόν, τὴν σωφροσύνην, καὶ τὰ ἑξῆς. Γέγονε δὲ αὐτῷ λιμὸς ἀκούσαι λόγον Θεοῦ. Ἐκολλήθη δέ, φησὶ, ἐνὶ τῶν πολιτῶν, ἤγουν δαιμόνι. Διό, Ἐπεμψεν εἰς τοὺς ἀγροὺς αὐτοῦ, θάσκειν χοίρους· χοιρώδη βίον ἔχειν. Οὕτως γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτούς. Ἔδωκε δὲ χοίρους· χρονίσας γὰρ τῇ χαχίᾳ, καὶ διδάσκαλος ἀσωτίας γίνεται. Τὸ δέ, Ἐπεθύμει ἐκ τῶν κερατίων ὧν ἔσθιον οἱ χοίροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ, τοῦτό ἐστιν ὅτι ἄλλους διδάσκων τὰ κακά, αὐτὸς τῶν κακῶν οὐκ ἐλάμβανε χόρον. Κεράτια δὲ τὴν ἁμαρτίαν εἰκάζει, ὅτι γλυκεῖα ἐστὶν ἐκεῖνα καὶ τραχέα, ὅσπερ καὶ ἡ ἁμαρτία. Εἰς δαυνὸν δὲ ἐλθόν, τοῦτό ἐστι, λογισάμενος τὰ πρόσθεν, εἶπεν· Πόσοι μισθιοὶ τοῦ Πατρός μου περισσεύουσι ἄρτων· τουτἐστι κατηχούμενοι ἀπὸ Γραφῶν. Ἀναστὰς ἥλθον πρὸς τὸν πατέρα, Ἀναστὰς ἐκ τῆς θοοῆς, ἦλθε πρὸς τὸν Θεόν. Ἐπεὶ δὲ αὐτοῦ μακρὰν ὄντος, ἀντὶ τοῦ, Προῆλθεν ἡ εὐεργεσία τὴν μετάνοιαν· καὶ ἡ ἔξις ἔχει τὴν ἀκολουθίαν. Ἐνέγνωσε τὴν στολὴν τῇ πρώτῃ· τουτέστι, τὴν πίστιν. Καὶ δότε τὸν δακτύλιον, τὴν ἀφραγίδα, τουτέστι τὸ βάπτισμα. Καὶ ὑποδήματα, τὴν εὐαγγελικὴν ὁδόν. Μόσχον δὲ σιτευτόν, τὸν τυθέντα Χριστὸν ὑπὲρ τῆς οἰκουμένης, τὴν μετάληψιν. Καὶ ἤρξαντο εὐφραίνεσθαι. —Καρὰ γὰρ γίνεται ἐν οὐρανοῖς ἐφ’ ἑνὶ ἁμαρ-