Ancient Greek
610.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 610.2
Unproofread scanNot analysed yet
Σύλον ὑγρὸν ἑαυτὸν λέγει, διὰ τὴν ἐν τῷ σώματι αὐτοῦ θεῖαν ζωὴν τὴν ἀμάραντον, καὶ τὸ ἔγκαρπον καὶ εὐθαλές· ὁ δὲ λέγει, τοιούτῳν ἐστιν· Εἰ ἐμὲ, φησι, τοιαύταις δειναῖς ὑποδείληψαν ἀτιμίαις οἱ Ῥω-μαίων στρατιῶται καὶ ὁ τούτων στρατηγὸς Πιλᾶτος, τὶ δράσουσιν ὑμῖν τῷ ξηρῷ ξύλῳ καὶ ἀκάρπῳ τῷ λαῷ τῶν Ἰουδαίων προσπολεμοῦντα τὰ τῶν Ῥωμαίων στρατόπεδα, μηδὲν ἐπ᾿ αὐτῷ τῷ λαῷ τῶν Ἰουδαίων δηλοῦντι τεθαυμασμένον καὶ καρπὸν δικαιοσύνης ἔχοντα βλέποντες, ἐφ᾿ οἷς ἂν εἰκὸς εἴη καὶ φειδοῦς ἀξιοῦσθαι τῆς παρ᾿ αὐτῶν; μᾶλλον δὲ κα-τακαύσουσιν ὑμᾶς ὡς περ ξύλον ἕρην, ἤγουν πολιορ-κήσουσι τῆς εἰς τὸν Σωτῆρα δυσσεβείας ἕνεκεν.