Ancient Greek
610.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 610.3
Unproofread scanNot analysed yet
Πῶς Ματθαῖος μὲν καὶ Μᾶρκος τοὺς δύο λέγουσι ληστὰς ἀνειδίζειν τὸν Κύριον, Λουκᾶς δὲ τὸν ἕνα; Ὅτι ἐν ἀρχῇ μὲν οἱ δύο λῃσταὶ παραπλήσια τοῖς Ἰουδαίοις ἐφύγγοντο, χαριζόμενοι αὐτοῖς, εἴ πως τινὰ βοηθεῖαν εὑροῖεν παρ᾿ αὐτῶν, ἐπειδὴ δὲ ἅπερ προσεδόκων ἠργήσαν, ἄτερος τῶν ληστῶν, αὐτὸς τε ἀνένηψε καὶ τὸν ἄλλον εἰς τοῦτο προετρέπετο. Πῶς δὲ ὁ εἰς ἀνένηψεν; οὐπω γὰρ ἤν τὰ κατὰ τὸν σταυρὸν θεασάμενος θαύματα. Ἐκ τῶν λόγων ἴσως ὧνπερ ὁ Κύριος παρρησίᾳ εἶπεν πρὸς τὸν Πατέρα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τὶ ποιοῦσιν.