Ancient Greek
619.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 619.1
Unproofread scanNot analysed yet
ἐπὶ θρόνου καθίζεται, καὶ παρὰ πηγῇ διὰ τὸ ψύχος· διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἔδηλον· Ἦν δὲ ώσει ὤρα ἕκτη. Τὸ δὲ ἀπὸν αὐτοῦ φαίνεται ἐκ τοῦ μᾶνον καταλειφθῆναι ἐν τῇ ὁδῷ, καὶ τὴν περὶ τὰς τροφὰς ἡμελημένον ἐκ τοῦ ἀπελθεῖν τοὺς μαθητὰς ἀγοράσαι τροφὰς δείκνυται. Καὶ μετ' ὀλίγα· Πῶς δύναται, φησίν, Ἴσο; εἰναὶ ὁ Υἱὸς τοῦ Πατρός; Ὁ γὰρ Θεὸς οὐδέποτε κοπιᾷ· ὁ δὲ Ἰησοῦς ἐκοπίασε. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· Ἠσαΐου· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινᾷσει, οὐδὲ κοπιάσει· οὐδὲ ἐστὶν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Σύμφημι καγὼ σοι, Εὐνόμιε, ὅτι Θεὸς οὐδέποτε κοπιᾷ· ἀλλ' ὅτ' ἂν ἀκούσῃς Ἡσοῦν κεκοπιακέναι ἐκ τῆς ὁδοιπορίας, μὴ τὸν Θεὸν λόγον τὸν ἐν αὐτῷ φανταζὸ κεκοπιακέναι, ἀλλὰ τὴν τοῦ δούλου μορφήν· Θεὸς γὰρ οὐδὲ πώποτα κοπιᾷ, πάθος οὐκ ἐπιδέχεται. Ὅτι δὲ ὁ Θεὸς Λόγος· ἦν τῇ τοῦ δούλου μορφῇ, λέγέτω καὶ ὁ Ἰωάννης· Καὶ ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οὐ τραπεῖς· καὶ μεταβληθείς, ἀλλὰ σάρκα προσλαβών. Ἵνα οὖν δεῖξθῇ ὅτι καὶ ἄνθρωπός ἐστι, κεκοπίακεν.