Ancient Greek
619.10 to 619.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 619.10-9
Unproofread scanNot analysed yet
Πόθεν Σαμαρεῖται τὸ προσδοκᾶν τὸν Χριστὸν εἶχον, τὸν Μωσέα μόνον, ἀλλ' οὐ τοὺς προφήτας ἔχοντες; Ἐκ τοῦ λέγειν τὸν Ἰακώβ, ὅτι Οὐκ ἐκλείψει Πῶς ὁ λέγων εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, Σαμαρεῖταις διελέγετο; Κατὰ τύχην ἐξῆλθεν ἡ γυνὴ ἀντὶ ἡσαι ὕδωρ· τῷ δὲ Χριστῷ ἡ καθέδρα διὰ τὸν κόπον γέγονεν, οὐ μὴν διὰ τὴν γυναῖκα. Πόθεν αὐτὸν Ἰουδαῖον ἐγνώρισεν ὧντα; Ἀπὸ τοῦ σχήματος καὶ ἀπὸ τῆς φωνῆς. Τὸ, Πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν, εἶπεν πρὸς τὴν πηγὴν ἐξετάζουσα τοῦ ὕδατος, τὸ ἐκεῖνο ὕδωρ. Οὐδὲ γὰρ, φησί, χρεῖττον εἰ τοῦ Ἰακώβ, ἵνα χρεῖτον ὕδωρ δῷς. Πῶς λέγει· Ἰακώβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην; Χρῆ γινώσκειν ὅτι ὁ τόπος ἦν ἔνθα περὶ τῆς Δείνας οἱ περὶ τὸν Λευὶ καὶ Συμεὼν ἀγανακτοῦντες, τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ποῖόν ἐστι τὸ ὕδωρ τὸ ζῶν ὁ λέγει Χριστὸς παρἔχειν; Ὁ καθαρισμὸς ἐξ αὐτοῦ, καὶ ἡ παραψυχὴ ἡ ἐκ πίστεως. Τὸ, Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνουν, τοὺς περὶ τὸν Ἀβραὰμ δηλοῖ· καὶ γὰρ ἐκεῖ φασὶ τὸν υἱὸν ἀνενηγοχέναι. Πῶς λέγει, ὅτι Ἡμεῖς προσκυνοῦμεν ὅ οὐκ οἴδαμεν; Ὅτι μερικὸν Θεὸν καὶ τοπικὸν ἐννόμζον εἶναι· οὕτως γὰρ καὶ Πέρσαις πέμφαντες ἀπήγγειλαν, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς λυμαίνεται. Πῶς λέγει, ὅτι Ἡμεῖς προσκυνοῦμεν ὅ οἴδαμεν; Πρὸς τὴν ὑπόνοιαν τῆς γυναικὸς λέγει· εἰχε γὰρ αὐτὸν ὡς προφήτην Ἰουδαῖον. Τοιούτους γὰρ ὁ Πατὴρ τοὺς προσκυνοῦντας αὐτὸν ζητεῖ, τοὺς μὴ τόπῳ περιελειοῦντας τὴν λατρείαν. Πνεῦμα ὁ Θεὸς τὸ ἀσώματον λέγει, καὶ ὅτι ἡ λατρεία αὐτοῦ ἀσώματος θελεῖ εἶναι, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προέχρεσθαι.