Ancient Greek
620.21
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 620.21
Unproofread scanNot analysed yet
κατεῖχετο, τοῦτο δὲ πυρετῷ. A πῶν· οὐ δύναται ρεῖν ποταμὸς τῆς βλυζούσης διηρημένος πηγῆς. Πῶς οὖν, μακάριε, ἐρμήνευσον ἡμῖν, εὐαγγελιστά, τὸ τοιοῦτον· εἰπὲ τὸ ἀκολουθον ὃ ἀπεκρύψεν Ἀρειος. Καὶ μετ' ὀλίγα· Ὅσπερ εἰ τις κακοῦργος καὶ τὸ μὴ εἶναι Θεὸν ἐκ τῶν Γραφῶν ἀποδεῖξαι τολμήσει. Εἰ γὰρ τις τῷ, Ἐπεσάφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός, τὴν ἀρχὴν ἀφελομένος, λέγει τὴν Γραφὴν εἰρηκέναι μὴ εἶναι Θεόν, προφέρων μόνον τὸ, Οὐκ ἔστι Θεός, ἄρ' οὐ δόξει τοῖς ἀγνοοῦσιν ἐκ τῶν Γραφῶν διαλέγεσθαι; ἀλλ' ὁμῶς καταπερῶν τὴν Γραφὴν ἀσεβῆς, ἀλλ' οὐχ ὡς ἐκ Γραφῆς· λαλῶν εὐσεβὴς ὁ τοιοῦτος, τὴν Γραφὴν ἑαυτῇ πολεμοῦσαν δεικνύς τὴν ἀλήθειαν ψεύδεσι διελύχειν πειράται. Τοῦτο καὶ σὺ ποιεῖς, ὦ Ἀρειε. Διὰ τί γὰρ γράφας, Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν, οὐκέτι προσέθηκες τὸ ἀκολουθον· Ἄ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Ἀλλ' ἐφοβήθης τοῦτο προσθεῖναι, ἔδεισας τὸν ἀναφωσόμενον ἔλεγχον. Εἰ γὰρ ὁμοίως τῷ Πατρὶ ποιεῖ, δηλονότι μετὰ αὐθεντίας ποιεῖ, δήλον ὡς οὐχ ὁμοίως ποιεῖ· μάτην κατὰ σὲ γε βοᾷ· Ἄ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Τὸ γὰρ Ὅμοιον ψεύδεσθαι, εἰ μὴ κατὰ πάντα ὁμοιον, ἢ διὰ τοῦτο κατέκρυψας.