Ancient Greek
622.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 622.5
Unproofread scanNot analysed yet
Καὶ ἄλλως· Τὴν πρὸς τὸν Πατέρα ταυτότητα διὰ τοῦ, ὥσπερ καὶ οὕτως, ἐνδείξαντος, σὺ τοῦτο κρύψας, τοῦτο μόνον τὸ εὐθὺς ἀκολουθὸν ἐγράψας· Οὐδὲν γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ· ἐκ τοῦ, δέδωκεν, ὦ πανηρῆ, τὸν Υἱὸν διαβάλλειν θελήσας. Δέον γὰρ πᾶσαν γράφαι τὴν λέξιν ἔχουσαν οὕτως· Ὅσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, πλὴν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Εἰ γὰρ ἴδεις συνηγοροῦσαν σοι τὴν Γραφήν, οὐχ ἂν ἐνέθυσας ταύτην, οὐχ ἂν ἐκρύψας τὰ ὑψηλὰ τοῦ Χριστοῦ, οὐχ ἂν τὰ μὲν τῆς Γραφῆς παρεποίησας, τῶν δὲ τὰς ἀρχὰς μόνας προέγραψας, τῶν δὲ τὰς τελευταίας μόνας προὔβαλον· ἀλλ' εἰπία