Ancient Greek
623.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 623.1
Unproofread scanNot analysed yet
ἐπὶ πᾶσι δικαίοις ἐφώλεγον, σῶα πάντως τὰ κεφάλαια τῶν Γραφῶν προέφερες. Διὰ τί αὐτὸς λέγει, ὅτι, Τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ; εἰς φόβον αὐτοὺς ἐμβάλλων ὥσπερ δὲ τὸ. "Ἔδωκε ζωὴν, ἀντὶ τοῦ, "Ἐγένησεν αὐτὸν ζῶντα, ἔστιν, οὕτως καὶ τὸ, "Ἔδωκεν αὐτῷ κρίσιν, ἀντὶ τοῦ, Κριτὴν αὐτὸν ἐγέννησε. Πάλιν ἐκ τοῦ εἰπεῖν, Ὁ Πατὴρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἔδειξεν τὸ ὁμότυπον. Ἠθέλησαν αὐτὸν διὰ τοῦτο ἀποκτεῖναι Ἰουδαῖοι· διὸ τὴν λέξιν μὲν καθυψῆσι, τὰ νοήματα δὲ τὰ αὐτὰ προτίθησιν οὕτω λέγων· Οὐ δύναται ποιεῖν οὐδὲν ἄνεαυτοῦ ὁ Υἱός. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀναγεῖ λέγων· "Α γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως, φησὶ, ποιεῖ. Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· "Ὡςπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱός. Εἶτα τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδὲν, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ. Εἶτα ἐπὶ τὸ ὑψηλίστον· "Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. Οὕτως τὸν λόγον ποικίλλει· ὥστε τοὺς μὲν τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς νῦν ἀφελήσθαι ἀπὸ τῶν ὑψηλῶν. Εἶτα ὅτι συμπλέκεται ἡ τιμὴ τοῦ Υἱοῦ τῇ τιμῇ τοῦ Πατρός, λέγει· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα.