Ancient Greek
626.11
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 626.11
Unproofread scanNot analysed yet
Τί ἐστιν ὅπερ εἶπε, Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν; Τὸ πνευματικῶς ἀκοῦειν αὐτοὺς τῶν παρ' αὐτοῦ λεγομένων. "Ὁ γὰρ σαρκικῶς ἀκούων, οὐδὲν ὠφελήθησεται. Σαρκικὸν δὲ ἐστι τὸ ἀκοῦειν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ πῶς ἔδει τὴν σάρκα φαγεῖν, ἄπερ ἔδει μυστικῶς καὶ πνευματικῶς νοεῖν. Διὸ καὶ ἐπάγει· Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή. Τοῦτέστι, Πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικόν.