Ancient Greek
626.12 to 626.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 626.12-6
Unproofread scanNot analysed yet
Πῶς νοητέον τδ', "Ἠδει γὰρ ἐξ ἀρχῆς οἵτινές εἰσιν οἱ μὴ πιστεύοντες; 'Απὸ καταβολῆς, φησὶ, κόσμου· τοῦτο δὲ περὶ Ἰούδα καὶ τῶν ἀπιστησάντων Ἰουδαίων. Τί δηλοῖ, ὅτι Πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω; Οὐ περὶ τῶν δώδεκα λέγει, ἀλλὰ περὶ ἄλλων μαθητῶν αὐτῶν τῶν ἀποστόλων· ὅτι δὲ οὕτως ἐστι, ὁτλον ἐκ τοῦ λέγειν τοῖς μαθηταῖς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Διὰ τι, εἰπόντος τοῦ Πέτρου,Ποῦ ἀπελευσόμεθα; οὐκ ἐμακάρισεν αὐτὸν ὁ Χριστός; "Ἵνα μὴ δόξῃ διὰ τὸ ἐμμεῖναι αὐτοὺς, κολακεύειν αὐτούς. Τί ἐστιν ὁ λέγει Γραφικῶν· "Ἔσονται πάντες διδασκοὶ Θεοῦ; "Οτι τότε δι' ἀνθρώπων ἐμάθαινον τὰ τοῦ Θεοῦ, νῦν δὲ δι' αὐτοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς ἀκουστέον· Τὸν Πατέρα οὐδεὶς ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ; Οὐ χρὴ δὲ κατὰ τὴν τῆς αἰτίας λόγον νοεῖν ἐνταῦθα· πάντες γὰρ ἐκ Θεοῦ ἐσμεν· ἀλλὰ κατὰ τὸν τρόπον τῆς ἀληθοῦς γεννήσεως. "Ὅς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. "Η τὴν σάρχα λέγει, ἢ τὰ σωτηρία διδάγματα. Διὰ τί ἀληθὴ βρώσιν καὶ ἀληθὴ πόσιν; Διὰ τὸ σῴζειν τὰς ψυχὰς τῶν πίστει λαμβανόντων, ἀλλ' οὐκ ἀπολλύειν ὡσπερ τὴν πρόσκαιρον βρώσιν. "Ὅτι ὁ τρώγων μου τὴν σάρχα, ἐν ἐμοὶ μένει. Τὴν δι' αὐτοῦ τοῦ ἐν αὐτῷ Χριστῷ ἀνάκρασιν λέγει, τὴν διὰ τῆς μεταλήψεως.