Ancient Greek
630.3 to 630.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 630.3-7
Unproofread scanNot analysed yet
C Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἕξης. Τοῦτο λέγει αὐτοῖς διὰ τὸν φόνον, καὶ ὅτι τοῦτο ἐπιφέρει· Ἐκεῖνος ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐστιν, ὥσπερ, φησί, καὶ ὑμεῖς. Καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης. Ὁ πατὴρ τοῦ ψεύδους, τουτέστιν ὁ διάβολος, γεννήσας τὸ ψεῦδος, ψεύστης ἐστιν. D Τὸ, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Τοῦτο ἐκ τοῦ ἄνω συνάγεται ῥητοῦ. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ψεύται ἐστε, καὶ τοῦ τὸ ψεῦδος γεννήσαντος διαβόλου ἐστὲ· ὥστε μὴ δυνάμενοι ἀληθῶς ἐλέγχει, κατηγοροῦντες δὲ ματαίως ψεύται ἐστε, ψεύστου πατρὸς τοῦ διαβόλου τέκνα· καὶ οὔτε Ἀβραάμ φατε, οὔτε τοῦ Θεοῦ. E Ὅτι οὐδαμοῦ Σαμαρεῖτην αὐτὸν λεγόντων Ἰουδαίων, πῶς λέγουσιν, ὅτι Οὐ καλῶς αὐτῷ ἐλέγομεν; Δηλονότι πολλάκις αὐτῶν εἰπόντων. F Πῶς νοτεῖν· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδὲν ἐστι; Τοῦτο δὲ πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν ὥσπερ καὶ τὸ, Ἡ μαρτυρία μου οὐκ ἐστίν ἀληθής. G Τί ἐστιν, ὅτι Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἕχαρη; Ἡμέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ τοῦ Ἰσαὰκ προετύπωσεν. Ἐπαίνει δὲ ὡς εὐφρανόμενον διὰ τὸν σταυρὸν τὸν Ἀβραὰμ, δείξαι θέλων ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται.