Ancient Greek
630.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 630.8
Unproofread scanNot analysed yet
H Διὰ τί λέγουσι· Πεντήκοντα ἐτὴ οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Οὕτως ἐνόμιζον αὐτὸν τοσούτων εἶναι ἐτῶν, τριακοντατριῶν ὄντα. I Τί λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι; Ὡς Θεὸς δηλονότι. Τὸ δὲ, Ἐγώ εἰμι, λέγειν, ἀλλ’ οὐχί, Ἐγὼ ἦμην, ἔμφασιν ἔχει τοῦτο τὸ ῥῆμα διηνεκῶς εἶναι· καὶ σημαντικὴ ἐστιν αὕτη ἡ ῥῆσις, παντὸς ἀπηλλαγμένη χρόνου· διὸ καὶ βλάσφημον αὐτοῖς ἐδόκει εἶναι τὸ ῥῆμα.