Ancient Greek
644.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 644.3
Unproofread scanNot analysed yet
Πῶς τοῦ Πιλάτου εἰπόντος, ὅτι Οὐκοῦν βασιλεὺς εἶ σὺ; ὁ Χριστὸς λέγει· Εἰς τοῦτο γεγένημαι; Ἐδείξεν ὅτι οὐδὲν μετὰ ταῦτα προσλαβὼν ἔχει ζωὴν, ὥστε καὶ ὅτ’ ἂν ἀκούσωμεν, ὅτι Καθὼς ὁ Πατὴρ ἔχει ζωὴν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν, μηδὲν ἄλλο ἢ τὴν γέννησιν νομίζομεν. Τὸ λέγειν αὐτὸν, Εἰς τοῦτο ἦλθον εἰς τὸν κόσμον, σημαίνειν βούλεται, ὅτι Ἵνα τοῦτο αὐτὸ δείξω καὶ πείσω πάντας, ὅτι Βασιλεὺς καὶ Κύριος, καὶ Δεσπότης εἰμὶ · ἐπισπάσασθαι θέλων διὰ τούτων τὸν Πιλάτον.