Ancient Greek
644.4 to 644.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 644.4-7
Unproofread scanNot analysed yet
Διὰ τί εἰπὼν, Τί ἐστιν ἀλήθεια, ὁ Πιλᾶτος ἀνίσταται καὶ πρὸς αὐτοὺς ἔρχεται; Συνεῖδεν ὅτι καιροῦ δεῖται τοῦ ἐρωτήματος· ἔδει δὲ αὐτὸν ἐκσπάσαι τῶν τῶν Ἰουδαίων ὀργῆς· διὰ τοῦτο ἐξῆλθε πρὸς αὐτούς. ΙΘ Διὰ τί ἐμαστίγωσεν αὐτὸν ὁ Πιλᾶτος; Βουλόμενος· ἐκλύσαι τὴν ὀργὴν αὐτῶν καὶ παραμυθησάσθαι τὴν ὀργὴν καὶ τὸν φθόνον αὐτῶν· καὶ ὅτι τοῦτο ἀληθές, ἀκούσον λέγοντος τοῦ Πιλάτου· Ἀδότες αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν αἰτίαν εὕρισκω ἐν αὐτῷ. Πῶς νοητέον τοῦ, Εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν; τὸ Δεδομένον ἐνταῦθα, τὸ συγχωρημένον ἐστίν· ὡς ἂν. ἔλεγεν· Ἐλασε μὲν ταῦτα γενέσθαι Θεός· οὐ μὴν διὰ τοῦτο τῆς ἀμαρτίας ὑμεῖς ἐκτὸς ἔσεσθε, τοιαύτην προαίρεσιν πονηρὰν κεκτημένοι.