Ancient Greek
652.3 to 653.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 652.3-653.1
Unproofread scanNot analysed yet
C Ἐκφώνησις. "Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. E Μετὰ τὸν Ἀπόστολον καὶ τὸ Εὐαγγέλιον ὁ διάκονος. Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας εἴπωμεν. Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἱλέησον. Ἱλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, Κύριε, ἐπάκουσον καὶ ἱλέησον. "Ετι δεόμεθα ὑπὲρ τῶν εὐσεβestatῶν καὶ θεοφυλάκτων βασιλέων ἡμῶν κράτους, νίκης, διαμονῆς· εἰρήνης, ὑγείας, σωτηρίας αὐτῶν, καὶ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπιπλεῖον συνεργῆσαι, κατευθύνσαι· αὐτοὺς ἐν πᾶσι, καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον. σοι τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.